Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.178 Dem. 19.181 (English) >>Dem. 19.184

19.180καίτοι δύο χρησιμωτέρους τόπους τῆς οἰκουμένης οὐδʼ ἂν εἷς ἐπιδείξαι τῇ πόλει, κατὰ μὲν γῆν Πυλῶν, ἐκ θαλάττης δὲ τοῦ Ἑλλησπόντου· συναμφότερʼ οὗτοι πεπράκασιν αἰσχρῶς καὶ καθʼ ὑμῶν ἐγκεχειρίκασι Φιλίππῳ. τοῦτο τοίνυν αὐτὸ ἄνευ τῶν ἄλλων ἡλίκον ἔστʼ ἀδίκημα, τὸ Θρᾴκην καὶ τὰ τείχη προέσθαι, μυρίʼ ἂν εἴη λέγειν, καὶ ὅσοι διὰ ταῦτʼ ἀπολώλασι παρʼ ὑμῖν, οἱ δὲ χρήματα πάμπολλʼ ὠφλήκασιν, οὐ χαλεπὸν δεῖξαι, Ἐργόφιλος, Κηφισόδοτος, Τιμόμαχος, τὸ παλαιόν ποτʼ Ἐργοκλῆς, Διονύσιος, ἄλλοι, οὓς ὀλίγου δέω σύμπαντας εἰπεῖν ἐλάττω τὴν πόλιν βεβλαφέναι τούτου. 19.181ἀλλʼ ἔτι γὰρ τότʼ, ἄνδρες Ἀθηναῖοι, ἐκ λογισμοῦ τὰ δείνʼ ἐφυλάττεσθʼ ὑμεῖς καὶ προεωρᾶσθε· νῦν δʼ τι ἂν μὴ καθʼ ἡμέραν ὑμᾶς ἐνοχλῇ καὶ παρὸν λυπῇ, παρορᾶτε, εἶτα τὴν ἄλλως ἐνταῦθα ψηφίζεσθε, “ἀποδοῦναι δὲ καὶ Κερσοβλέπτῃ Φίλιππον τοὺς ὅρκους,” “μὴ μετέχειν δὲ τῶν ἐν Ἀμφικτύοσιν,” “ἐπανορθώσασθαι δὲ τὴν εἰρήνην.” καίτοι τούτων οὐδενὸς ἂν τῶν ψηφισμάτων ἔδει, εἰ πλεῖν οὗτος ἤθελεν καὶ τὰ προσήκοντα ποιεῖν· νῦν δʼ μὲν ἦν πλεύσασι σῶσαι, βαδίζειν κελεύων ἀπολώλεκεν, δʼ εἰποῦσι τἀληθῆ, ψευδόμενος.

19.182ἀγανακτήσει τοίνυν αὐτίκα δὴ μάλα, ὡς ἐγὼ πυνθάνομαι, εἰ μόνος τῶν ἐν τῷ δήμῳ λεγόντων λόγων εὐθύνας ὑφέξει. ἐγὼ δʼ ὅτι μὲν πάντες ἂν εἰκότως ὧν λέγουσι δίκην ὑπέχοιεν, εἴπερ ἐπʼ ἀργυρίῳ τι λέγοιεν, παραλείψω, ἀλλʼ ἐκεῖνο λέγω· εἰ μὲν Αἰσχίνης ἰδιώτης ὢν ἀπελήρησέ τι καὶ διήμαρτε, μὴ σφόδρʼ ἀκριβολογήσησθε, ἐάσατε, συγγνώμην ἔχετε· εἰ δὲ πρεσβευτὴς ὢν ἐπὶ χρήμασιν ἐπίτηδες ἐξηπάτηκεν ὑμᾶς, μὴ ἀφῆτε, μηδʼ ἀνάσχησθʼ ὡς οὐ δεῖ δίκην ὧν εἶπεν ὑποσχεῖν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.178 Dem. 19.181 (English) >>Dem. 19.184

Powered by PhiloLogic